Week 10 Assignments

  • Record the reading practice and submit.
  • Practicing the cloze exercise. Your goal is to be able to read through the text and correctly predict what words are missing from the blanks.
  • Answer the comprehension questions and practice the paradigm charts. Do the exercises as often as you need to for practice.
  • Read the articles for Declensions - 1st & 2nd and Declensions - 3rd
  • Review the Noun Patterns ending in Consonants

Reading Practice

Matthew 8:14-15 with adaptations from Mark 1:29b-31

καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ κατακειμένην καὶ πυρέσσουσαν, καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.

Comprehension

τὸ διήγημα καὶ ἐρωτήματα

Practice by typing the correct answer into the blanks, or by clicking on the correct word in the word bank to send it to the focused input.

1. τίς εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ Πέτρου; {ὁ Ἰησοῦς} εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ Πέτρου.
2. τίνα εἶδεν ὁ Ἰησοῦς κατακειμένην; {τὴν πενθερὰν} εἶδεν ὁ Ἰησοῦς κατακειμένην.
3. τίνος ἥψατο ὁ Ἰησοῦς; {τῆς χειρὸς} τῆς πενθερᾶς ἥψατο ὁ Ἰησοῦς.
4. τίνι διηκόνει ἡ πενθερά; {τῷ Ἰησοῦ} διηκόνει ἡ πενθερά.

Vocabulary

ἡ πενθερά, τῆς πενθερᾶς ἡ πενθερά - ἡ μήτηρ τῆς γυναικός μου. (mother-in-law)

ὁ πυρετός, τοῦ πυρετοῦ ὁ πυρετός - ἐὰν ἄνθρωπος κακῶς ἔχῃ, ὡς πῦρ ἔχων, ἔχει πυρετόν. (fever)

πυρέξαι, πυρέσσειν πυρέσσω - εἰ πυρέσσω, ἔχω πυρετόν. (to be feverish)

διακονῆσαι, διακονεῖν διακονῶ - δίδωμι ἄρτον καὶ ὕδωρ ἄλλῳ ἀνθρώπῳ. (serve)

κατακεῖσθαι κατακεῖμαι - εἰ κατακεῖμαι, οὐχ ἕστηκα καὶ οὐ κάθημαι, ἀλλὰ κεῖμαι ὡς ἐπὶ κραββάτου. (laying down)